Display MoreDisplay Moreαὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων,
ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος,
εἰκάδα δειπνίζων ἐνιαύσιον: εἰ δ᾽ ἀπολείψεις
οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν,
ἀλλ᾽ ἑτάρους ὄψει παναληθέας, ἀλλ᾽ ἐπακούσῃ
Φαιήκων γαίης πουλὺ μελιχρότερα:
ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων,
ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.Translation?
Hope to see you next time!
It's just Philodemus' poem/invitation to Piso for the Twentieth. ![]()
Philodemus: Epigrams - translation
(11.44)